Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ θεῶν σκότιοι φθίνουσι
  2. παῖδες ἐν θανάτῳ.
  3. φίλα μὲν ὅτ’ ἦν μεθ’ ἡμῶν,
  4. φίλα δὲ καὶ θανοῦσ’ ἔσται,
  5. γενναιοτάταν δὲ πασᾶν ἐζεύξω κλισίαις ἄκοιτιν.
Χορός
  1. μηδὲ νεκρῶν ὡς φθιμένων χῶμα νομιζέσθω
  2. τύμβος σᾶς ἀλόχου, θεοῖσι δ’ ὁμοίως
  3. τιμάσθω, σέβας ἐμπόρων.
  4. καί τις δοχμίαν κέλευθον
  5. ἐκβαίνων τόδ’ ἐρεῖ·
  6. Αὕτα ποτὲ προύθαν’ ἀνδρός,
  7. νῦν δ’ ἐστὶ μάκαιρα δαίμων·
  8. χαῖρʼ, ὦ πότνι’, εὖ δὲ δοίης. τοῖαί νιν προσεροῦσι
  9. φῆμαι.
Χορός
  1. —καὶ μὴν ὅδʼ, ὡς ἔοικεν, Ἀλκμήνης γόνος,
  2. Ἄδμητε, πρὸς σὴν ἑστίαν πορεύεται.
Ἡρακλῆς
  1. φίλον πρὸς ἄνδρα χρὴ λέγειν ἐλευθέρως,
  2. Ἄδμητε, μομφὰς δ’ οὐχ ὑπὸ σπλάγχνοις ἔχειν
  3. σιγῶντʼ. ἐγὼ δὲ σοῖς κακοῖσιν ἠξίουν
  4. ἐγγὺς παρεστὼς ἐξετάζεσθαι φίλος·