Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- νῦν δ’ ὑμεναίων γόος ἀντίπαλος
- λευκῶν τε πέπλων μέλανες στολμοὶ
- πέμπουσί μ’ ἔσω
- λέκτρων κοίτας ἐς ἐρήμους.
- παρ’ εὐτυχῆ
- σοὶ πότμον ἦλθεν ἀπειροκάκῳ τόδ’
- ἄλγος· ἀλλ’ ἔσωσας
- βίοτον καὶ ψυχάν.
- ἔθανε δάμαρ, ἔλιπε φιλίαν·
- τί νέον τόδε; πολλοῖς
- ἤδη παρέλυσεν
- θάνατος δάμαρτας.
- φίλοι, γυναικὸς δαίμον’ εὐτυχέστερον
- τοὐμοῦ νομίζω, καίπερ οὐ δοκοῦνθ’ ὅμως·
- τῆς μὲν γὰρ οὐδὲν ἄλγος ἅψεταί ποτε,
- πολλῶν δὲ μόχθων εὐκλεὴς ἐπαύσατο.
- ἐγὼ δʼ, ὃν οὐ χρῆν ζῆν, παρεὶς τὸ μόρσιμον
- λυπρὸν διάξω βίοτον· ἄρτι μανθάνω.
- πῶς γὰρ δόμων τῶνδ’ εἰσόδους ἀνέξομαι;
- τίν’ ἂν προσειπών, τοῦ δὲ προσρηθεὶς ὕπο,