Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τὰς πιστοτάτας σὺν ἂν ἔσχεν, ὁμοῦ
  2. χθονίαν λίμνην διαβάντε.
Χορός
  1. ἐμοί τις ἦν
  2. ἐν γένει, ᾧ κόρος ἀξιόθρηνος
  3. ὤλετ’ ἐν δόμοισιν
  4. μονόπαις· ἀλλ’ ἔμπας
  5. ἔφερε κακὸν ἅλις, ἄτεκνος ὤν,
  6. πολιὰς ἐπὶ χαίτας
  7. ἤδη προπετὴς ὢν
  8. βιότου τε πόρσω.
Ἄδμητος
  1. ὦ σχῆμα δόμων, πῶς εἰσέλθω;
  2. πῶς δ’ οἰκήσω μεταπίπτοντος
  3. δαίμονος; οἴμοι. πολὺ γὰρ τὸ μέσον·
  4. τότε μὲν πεύκαις σὺν Πηλιάσιν
  5. σύν θ’ ὑμεναίοις ἔστειχον ἔσω,
  6. φιλίας ἀλόχου χέρα βαστάζων,
  7. πολυάχητος δ’ εἵπετο κῶμος,
  8. τήν τε θανοῦσαν κἄμ’ ὀλβίζων,
  9. ὡς εὐπατρίδαι καὶ ἀπ’ ἀμφοτέρων
  10. ὄντες ἀρίστων σύζυγες εἶμεν·