Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. φιλίας ἀλόχου χέρα βαστάζων,
  2. πολυάχητος δ’ εἵπετο κῶμος,
  3. τήν τε θανοῦσαν κἄμ’ ὀλβίζων,
  4. ὡς εὐπατρίδαι καὶ ἀπ’ ἀμφοτέρων
  5. ὄντες ἀρίστων σύζυγες εἶμεν·
  6. νῦν δ’ ὑμεναίων γόος ἀντίπαλος
  7. λευκῶν τε πέπλων μέλανες στολμοὶ
  8. πέμπουσί μ’ ἔσω
  9. λέκτρων κοίτας ἐς ἐρήμους.
Χορός
  1. παρ’ εὐτυχῆ
  2. σοὶ πότμον ἦλθεν ἀπειροκάκῳ τόδ’
  3. ἄλγος· ἀλλ’ ἔσωσας
  4. βίοτον καὶ ψυχάν.
  5. ἔθανε δάμαρ, ἔλιπε φιλίαν·
  6. τί νέον τόδε; πολλοῖς