Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τὰς πιστοτάτας σὺν ἂν ἔσχεν, ὁμοῦ
- χθονίαν λίμνην διαβάντε.
- ἐμοί τις ἦν
- ἐν γένει, ᾧ κόρος ἀξιόθρηνος
- ὤλετ’ ἐν δόμοισιν
- μονόπαις· ἀλλ’ ἔμπας
- ἔφερε κακὸν ἅλις, ἄτεκνος ὤν,
- πολιὰς ἐπὶ χαίτας
- ἤδη προπετὴς ὢν
- βιότου τε πόρσω.
- ὦ σχῆμα δόμων, πῶς εἰσέλθω;
- πῶς δ’ οἰκήσω μεταπίπτοντος
- δαίμονος; οἴμοι. πολὺ γὰρ τὸ μέσον·
- τότε μὲν πεύκαις σὺν Πηλιάσιν
- σύν θ’ ὑμεναίοις ἔστειχον ἔσω,