Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἤδη παρέλυσεν
  2. θάνατος δάμαρτας.
Ἄδμητος
  1. φίλοι, γυναικὸς δαίμον’ εὐτυχέστερον
  2. τοὐμοῦ νομίζω, καίπερ οὐ δοκοῦνθ’ ὅμως·
  3. τῆς μὲν γὰρ οὐδὲν ἄλγος ἅψεταί ποτε,
  4. πολλῶν δὲ μόχθων εὐκλεὴς ἐπαύσατο.
  5. ἐγὼ δʼ, ὃν οὐ χρῆν ζῆν, παρεὶς τὸ μόρσιμον
  6. λυπρὸν διάξω βίοτον· ἄρτι μανθάνω.
  7. πῶς γὰρ δόμων τῶνδ’ εἰσόδους ἀνέξομαι;
  8. τίν’ ἂν προσειπών, τοῦ δὲ προσρηθεὶς ὕπο,
  9. τερπνῆς τύχοιμ’ ἂν ἐξόδου; ποῖ τρέψομαι;
  10. ἡ μὲν γὰρ ἔνδον ἐξελᾷ μ’ ἐρημία,
  11. γυναικὸς εὐνὰς εὖτ’ ἂν εἰσίδω κενὰς
  12. θρόνους τ’ ἐν οἷσιν ἷζε, καὶ κατὰ στέγας
  13. αὐχμηρὸν οὖδας, τέκνα δ’ ἀμφὶ γούνασι