Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. οὔτ’ ἐπὶ γαίας πόδα πεζεύων·
  2. τοῖον ὅμηρόν μ’ ἀποσυλήσας
  3. Ἅιδῃ Θάνατος παρέδωκεν.
Χορός
  1. —πρόβα, πρόβα· βᾶθι κεῦθος οἴκων.
Ἄδμητος
  1. αἰαῖ.
Χορός
  1. —πέπονθας ἄξι’ αἰαγμάτων.
Ἄδμητος
  1. ἒ ἔ.
Χορός
  1. —δι’ ὀδύνας ἔβας, σάφ’ οἶδα . . .
Ἄδμητος
  1. φεῦ φεῦ.
Χορός
  1. —τὰν νέρθε δ’ οὐδὲν ὠφελεῖς.
Ἄδμητος
  1. ἰώ μοί μοι.
Χορός
  1. —τὸ μήποτ’ εἰσιδεῖν φιλίας ἀλόχου
  2. πρόσωπόν ἄντα λυπρόν.
Ἄδμητος
  1. ἔμνησας ὅ μου φρένας ἥλκωσεν·
  2. τί γὰρ ἀνδρὶ κακὸν μεῖζον ἁμαρτεῖν
  3. πιστῆς ἀλόχου; μή ποτε γήμας
  4. ὤφελον οἰκεῖν μετὰ τῆσδε δόμους.
  5. ζηλῶ δ’ ἀγάμους ἀτέκνους τε βροτῶν·
  6. μία γὰρ ψυχή, τῆς ὑπεραλγεῖν
  7. μέτριον ἄχθος·