Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἢν δ’ οὖν ἁμάρτω τῆσδ’ ἄγρας, καὶ μὴ μόλῃ
- πρὸς αἱματηρὸν πέλανον, εἶμι τῶν κάτω
- Κόρης Ἄνακτός τ’ εἰς ἀνηλίους δόμους
- αἰτήσομαί τε· καὶ πέποιθ’ ἄξειν ἄνω
- Ἄλκηστιν, ὥστε χερσὶν ἐνθεῖναι ξένου,
- ὅς μ’ ἐς δόμους ἐδέξατ’ οὐδ’ ἀπήλασε,
- καίπερ βαρείᾳ συμφορᾷ πεπληγμένος,
- ἔκρυπτε δ’ ὢν γενναῖος, αἰδεσθεὶς ἐμέ.
- τίς τοῦδε μᾶλλον Θεσσαλῶν φιλόξενος,
- τίς Ἑλλάδ’ οἰκῶν; τοιγὰρ οὐκ ἐρεῖ κακὸν
- εὐεργετῆσαι φῶτα γενναῖος γεγώς.
- ἰώ, στυγναὶ
- πρόσοδοι, στυγναὶ δ’ ὄψεις χήρων
- μελάθρων. ἰώ μοί μοι. αἶ αἶ.
- ποῖ βῶ; ποῖ στῶ; τί λέγω; τί δὲ μή;
- πῶς ἂν ὀλοίμαν;
- ἦ βαρυδαίμονα μήτηρ μ’ ἔτεκεν.
- ζηλῶ φθιμένους, κείνων ἔραμαι,
- κεῖν’ ἐπιθυμῶ δώματα ναίειν.
- οὔτε γὰρ αὐγὰς χαίρω προσορῶν