Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἔπινον ἀνδρὸς ἐν φιλοξένου δόμοις,
- πράσσοντος οὕτω. κᾆτ’ ἐκώμαζον κάρα
- στεφάνοις πυκασθείς; ἀλλὰ σοῦ τὸ μὴ φράσαι,
- κακοῦ τοσούτου δώμασιν προκειμένου.
- ποῦ καί σφε θάπτει; ποῦ νιν εὑρήσω μολών;
- ὀρθὴν παρ’ οἶμον, ἣ ’πὶ Λάρισαν φέρει,
- τύμβον κατόψῃ ξεστὸν ἐκ προαστίου.
- ὦ πολλὰ τλᾶσα καρδία καὶ χεὶρ ἐμή,
- νῦν δεῖξον οἷον παῖδά σ’ ἡ Τιρυνθία
- Ἠλεκτρύωνος γείνατ’ Ἀλκμήνη Διί.
- δεῖ γάρ με σῶσαι τὴν θανοῦσαν ἀρτίως
- γυναῖκα κἀς τόνδ’ αὖθις ἱδρῦσαι δόμον
- Ἄλκηστιν, Ἀδμήτῳ θ’ ὑπουργῆσαι χάριν.
- ἐλθὼν δ’ ἄνακτα τὸν μελάμπεπλον νεκρῶν
- Θάνατον φυλάξω, καί νιν εὑρήσειν δοκῶ
- πίνοντα τύμβου πλησίον προσφαγμάτων.
- κἄνπερ λοχαίας αὐτὸν ἐξ ἕδρας συθεὶς
- μάρψω, κύκλον δὲ περιβάλω χεροῖν ἐμαῖν,
- οὐκ ἔστιν ὅστις αὐτὸν ἐξαιρήσεται
- μογοῦντα πλευρά, πρὶν γυναῖκ’ ἐμοὶ μεθῇ.