Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἦ κάρτα μέντοι καὶ λίαν θυραῖος ἦν.
- μῶν ξυμφοράν τιν’ οὖσαν οὐκ ἔφραζέ μοι;
- χαίρων ἴθʼ· ἡμῖν δεσποτῶν μέλει κακά.
- ὅδ’ οὐ θυραίων πημάτων ἄρχει λόγος.
- οὐ γάρ τι κωμάζοντ’ ἂν ἠχθόμην σ’ ὁρῶν.
- ἀλλ’ ἦ πέπονθα δείν’ ὑπὸ ξένων ἐμῶν;
- οὐκ ἦλθες ἐν δέοντι δέξασθαι δόμοις.
- πένθος γὰρ ἡμῖν ἐστι· καὶ στολμοὺς βλέπεις
- μελαμπέπλους κουράν τε.
- τίς δ’ ὁ κατθανών;
- μῶν ἢ τέκνων τι φροῦδον ἢ γέρων πατήρ;
- γυνὴ μὲν οὖν ὄλωλεν Ἀδμήτου, ξένε.
- τί φῄς; ἔπειτα δῆτά μ’ ἐξενίζετε;
- ᾐδεῖτο γάρ σε τῶνδ’ ἀπώσασθαι δόμων.
- ὦ σχέτλιʼ, οἵας ἤμπλακες ξυναόρου.
- ἀπωλόμεσθα πάντες, οὐ κείνη μόνη.
- ἀλλ’ ᾐσθόμην μὲν ὄμμ’ ἰδὼν δακρυρροοῦν
- κουράν τε καὶ πρόσωπον· ἀλλ’ ἔπειθέ με
- λέγων θυραῖον κῆδος ἐς τάφον φέρειν.
- βίᾳ δὲ θυμοῦ τάσδ’ ὑπερβαλὼν πύλας