Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. Κύπριν βροτοῖσιν· εὐμενὴς γὰρ ἡ θεός.
  2. τὰ δ’ ἄλλ’ ἔασον ταῦτα καὶ πιθοῦ λόγοις
  3. ἐμοῖσιν—εἴπερ ὀρθά σοι δοκῶ λέγειν;
  4. οἶμαι μέν. οὔκουν τὴν ἄγαν λύπην ἀφεὶς
  5. πίῃ μεθ’ ἡμῶν τάσδ’ ὑπερβαλὼν τύχας,
  6. στεφάνοις πυκασθείς; καὶ σάφ’ οἶδ’ ὁθούνεκα
  7. τοῦ νῦν σκυθρωποῦ καὶ ξυνεστῶτος φρενῶν
  8. μεθορμιεῖ σε πίτυλος ἐμπεσὼν σκύφου.
  9. ὄντας δὲ θνητοὺς θνητὰ καὶ φρονεῖν χρεών·
  10. ὡς τοῖς γε σεμνοῖς καὶ συνωφρυωμένοις
  11. ἅπασίν ἐστιν, ὥς γ’ ἐμοὶ χρῆσθαι κριτῇ,
  12. οὐ βίος ἀληθῶς ὁ βίος, ἀλλὰ συμφορά.
Θεράπων
  1. ἐπιστάμεσθα ταῦτα· νῦν δὲ πράσσομεν
  2. οὐχ οἷα κώμου καὶ γέλωτος ἄξια.
Ἡρακλῆς
  1. γυνὴ θυραῖος ἡ θανοῦσα· μὴ λίαν
  2. πένθει· δόμων γὰρ ζῶσι τῶνδε δεσπόται.
Θεράπων
  1. τί ζῶσιν; οὐ κάτοισθα τἀν δόμοις κακά;
Ἡρακλῆς
  1. εἰ μή τι σός με δεσπότης ἐψεύσατο.
Θεράπων
  1. ἄγαν ἐκεῖνός ἐστ’ ἄγαν φιλόξενος.
Ἡρακλῆς
  1. οὐ χρῆν μ’ ὀθνείου γ’ οὕνεκ’ εὖ πάσχειν νεκροῦ;