Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ὀργὰς μαλάσσουσ’ ἀνδρός. ἆρα τὸν ξένον
- στυγῶ δικαίως, ἐν κακοῖς ἀφιγμένον;
- οὗτος, τί σεμνὸν καὶ πεφροντικὸς βλέπεις;
- οὐ χρὴ σκυθρωπὸν τοῖς ξένοις τὸν πρόσπολον
- εἶναι, δέχεσθαι δ’ εὐπροσηγόρῳ φρενί.
- σὺ δ’ ἄνδρ’ ἑταῖρον δεσπότου παρόνθ’ ὁρῶν,
- στυγνῷ προσώπῳ καὶ συνωφρυωμένῳ
- δέχῃ, θυραίου πήματος σπουδὴν ἔχων.
- δεῦρ’ ἔλθʼ, ὅπως ἂν καὶ σοφώτερος γένῃ.
- τὰ θνητὰ πράγματ’ οἶδας ἣν ἔχει φύσιν;
- οἶμαι μὲν οὔ· πόθεν γάρ; ἀλλ’ ἄκουέ μου.
- βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται,
- κοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταται
- τὴν αὔριον μέλλουσαν εἰ βιώσεται·
- τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται,
- κἄστ’ οὐ διδακτὸν οὐδ’ ἁλίσκεται τέχνῃ.
- ταῦτ’ οὖν ἀκούσας καὶ μαθὼν ἐμοῦ πάρα,
- εὔφραινε σαυτόν, πῖνε, τὸν καθ’ ἡμέραν
- βίον λογίζου σόν, τὰ δ’ ἄλλα τῆς τύχης.
- τίμα δὲ καὶ τὴν πλεῖστον ἡδίστην θεῶν