Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὃς πρῶτα μὲν πενθοῦντα δεσπότην ὁρῶν
  2. ἐσῆλθε κἀτόλμησ’ ἀμείψασθαι πύλας.
  3. ἔπειτα δ’ οὔτι σωφρόνως ἐδέξατο
  4. τὰ προστυχόντα ξένια, συμφορὰν μαθών,
  5. ἀλλʼ, εἴ τι μὴ φέροιμεν, ὤτρυνεν φέρειν.
  6. ποτῆρα δ’ ἐν χείρεσσι κίσσινον λαβὼν
  7. πίνει μελαίνης μητρὸς εὔζωρον μέθυ,
  8. ἕως ἐθέρμην’ αὐτὸν ἀμφιβᾶσα φλὸξ
  9. οἴνου· στέφει δὲ κρᾶτα μυρσίνης κλάδοις
  10. ἄμουσ’ ὑλακτῶν· δισσὰ δ’ ἦν μέλη κλύειν·
  11. ὃ μὲν γὰρ ᾖδε, τῶν ἐν Ἀδμήτου κακῶν
  12. οὐδὲν προτιμῶν, οἰκέται δ’ ἐκλαίομεν
  13. δέσποιναν· ὄμμα δ’ οὐκ ἐδείκνυμεν ξένῳ
  14. τέγγοντες· Ἄδμητος γὰρ ὧδ’ ἐφίετο.
  15. καὶ νῦν ἐγὼ μὲν ἐν δόμοισιν ἑστιῶ
  16. ξένον, πανοῦργον κλῶπα καὶ λῃστήν τινα,
  17. ἣ δ’ ἐκ δόμων βέβηκεν, οὐδ’ ἐφεσπόμην
  18. οὐδ’ ἐξέτεινα χεῖρʼ, ἀποιμώζων ἐμὴν
  19. δέσποιναν, ἣ ’μοὶ πᾶσί τ’ οἰκέταισιν ἦν
  20. μήτηρ· κακῶν γὰρ μυρίων ἐρρύετο,