Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- δίκας δὲ δώσεις σοῖσι κηδεσταῖς ἔτι.
- ἦ τἄρ’ Ἄκαστος οὐκέτ’ ἔστ’ ἐν ἀνδράσιν,
- εἰ μή σ’ ἀδελφῆς αἷμα τιμωρήσεται.
- ἔρρων νυν, αὐτὸς χἡ ξυνοικήσασά σοι,
- ἄπαιδε παιδὸς ὄντος, ὥσπερ ἄξιοι,
- γηράσκετʼ· οὐ γὰρ τῷδ’ ἔτ’ ἐς ταὐτὸν στέγος
- νεῖσθʼ· εἰ δ’ ἀπειπεῖν χρῆν με κηρύκων ὕπο
- τὴν σὴν πατρῴαν ἑστίαν, ἀπεῖπον ἄν.
- ἡμεῖς δέ—τοὐν ποσὶν γὰρ οἰστέον κακόν—
- ὡς ἂν ἐν πυρᾷ θῶμεν νεκρόν.
- ἰὼ ἰώ. σχετλία τόλμης,
- ὦ γενναία καὶ μέγ’ ἀρίστη,
- χαῖρε· πρόφρων σὲ χθόνιός θ’ Ἑρμῆς
- Ἅιδης τε δέχοιτʼ. εἰ δέ τι κἀκεῖ
- πλέον ἔστ’ ἀγαθοῖς, τούτων μετέχουσ’
- Ἅιδου νύμφῃ παρεδρεύοις.
- πολλοὺς μὲν ἤδη κἀπὸ παντοίας χθονὸς
- ξένους μολόντας οἶδ’ ἐς Ἀδμήτου δόμους,
- οἷς δεῖπνα προύθηκʼ· ἀλλὰ τοῦδ’ οὔπω ξένου
- κακίον’ ἐς τήνδ’ ἑστίαν ἐδεξάμην.