Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ταὐτὸν γὰρ ἡβῶντ’ ἄνδρα καὶ πρέσβυν θανεῖν;
Φέρης
  1. ψυχῇ μιᾷ ζῆν, οὐ δυοῖν, ὀφείλομεν.
Ἄδμητος
  1. καὶ μὴν Διός γε μείζονα ζῴης χρόνον.
Φέρης
  1. ἀρᾷ γονεῦσιν οὐδὲν ἔκδικον παθών;
Ἄδμητος
  1. μακροῦ βίου γὰρ ᾐσθόμην ἐρῶντά σε.
Φέρης
  1. ἀλλ’ οὐ σὺ νεκρὸν ἀντὶ σοῦ τόνδ’ ἐκφέρεις;
Ἄδμητος
  1. σημεῖα τῆς σῆς, ὦ κάκιστʼ, ἀψυχίας.
Φέρης
  1. οὔτοι πρὸς ἡμῶν γ’ ὤλετʼ· οὐκ ἐρεῖς τόδε.
Ἄδμητος
  1. φεῦ· εἴθ’ ἀνδρὸς ἔλθοις τοῦδέ γ’ ἐς χρείαν ποτέ.
Φέρης
  1. μνήστευε πολλάς, ὡς θάνωσι πλείονες.
Ἄδμητος
  1. σοὶ τοῦτ’ ὄνειδος· οὐ γὰρ ἤθελες θανεῖν.
Φέρης
  1. φίλον τὸ φέγγος τοῦτο τοῦ θεοῦ, φίλον.
Ἄδμητος
  1. κακὸν τὸ λῆμα κοὐκ ἐν ἀνδράσιν τὸ σόν.
Φέρης
  1. οὐκ ἐγγελᾷς γέροντα βαστάζων νεκρόν.
Ἄδμητος
  1. θανῇ γε μέντοι δυσκλεής, ὅταν θάνῃς.
Φέρης
  1. κακῶς ἀκούειν οὐ μέλει θανόντι μοι.
Ἄδμητος
  1. φεῦ φεῦ· τὸ γῆρας ὡς ἀναιδείας πλέων.
Φέρης
  1. ἥδ’ οὐκ ἀναιδής· τήνδ’ ἐφηῦρες ἄφρονα.
Ἄδμητος
  1. ἄπελθε κἀμὲ τόνδ’ ἔα θάψαι νεκρόν.
Φέρης
  1. ἄπειμι· θάψεις δ’ αὐτὸς ὢν αὐτῆς φονεύς,