Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. χαίρεις ὁρῶν φῶς· πατέρα δ’ οὐ χαίρειν δοκεῖς;
  2. ἦ μὴν πολύν γε τὸν κάτω λογίζομαι
  3. χρόνον, τὸ δὲ ζῆν μικρόν, ἀλλ’ ὅμως γλυκύ.
  4. σὺ γοῦν ἀναιδῶς διεμάχου τὸ μὴ θανεῖν,
  5. καὶ ζῇς παρελθὼν τὴν πεπρωμένην τύχην,
  6. ταύτην κατακτάς· εἶτ’ ἐμὴν ἀψυχίαν
  7. λέγεις, γυναικός, ὦ κάκισθʼ, ἡσσημένος,
  8. ἣ τοῦ καλοῦ σοῦ προύθανεν νεανίου;
  9. σοφῶς δ’ ἐφηῦρες ὥστε μὴ θανεῖν ποτε,
  10. εἰ τὴν παροῦσαν κατθανεῖν πείσεις ἀεὶ
  11. γυναῖχ’ ὑπὲρ σοῦ· κᾆτ’ ὀνειδίζεις φίλοις
  12. τοῖς μὴ θέλουσι δρᾶν τάδʼ, αὐτὸς ὢν κακός;
  13. σίγα· νόμιζε δʼ, εἰ σὺ τὴν σαυτοῦ φιλεῖς
  14. ψυχήν, φιλεῖν ἅπαντας· εἰ δ’ ἡμᾶς κακῶς
  15. ἐρεῖς, ἀκούσῃ πολλὰ κοὐ ψευδῆ κακά.
Χορός
  1. πλείω λέλεκται νῦν τε καὶ τὰ πρὶν κακά·
  2. παῦσαι δέ, πρέσβυ, παῖδα σὸν κακορροθῶν.
Ἄδμητος
  1. λέγʼ, ὡς ἐμοῦ λέξαντος· εἰ δ’ ἀλγεῖς κλύων
  2. τἀληθές, οὐ χρῆν σ’ εἰς ἔμ’ ἐξαμαρτάνειν.
Φέρης
  1. σοῦ δ’ ἂν προθνῄσκων μᾶλλον ἐξημάρτανον.