Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἔφυς· ἃ δ’ ἡμῶν χρῆν σε τυγχάνειν, ἔχεις.
- πολλῶν μὲν ἄρχεις, πολυπλέθρους δέ σοι γύας
- λείψω· πατρὸς γὰρ ταὔτ’ ἐδεξάμην πάρα.
- τί δῆτά σ’ ἠδίκηκα; τοῦ σ’ ἀποστερῶ;
- μὴ θνῇσχ’ ὑπὲρ τοῦδ’ ἀνδρός, οὐδ’ ἐγὼ πρὸ σοῦ.
- χαίρεις ὁρῶν φῶς· πατέρα δ’ οὐ χαίρειν δοκεῖς;
- ἦ μὴν πολύν γε τὸν κάτω λογίζομαι
- χρόνον, τὸ δὲ ζῆν μικρόν, ἀλλ’ ὅμως γλυκύ.
- σὺ γοῦν ἀναιδῶς διεμάχου τὸ μὴ θανεῖν,
- καὶ ζῇς παρελθὼν τὴν πεπρωμένην τύχην,
- ταύτην κατακτάς· εἶτ’ ἐμὴν ἀψυχίαν
- λέγεις, γυναικός, ὦ κάκισθʼ, ἡσσημένος,
- ἣ τοῦ καλοῦ σοῦ προύθανεν νεανίου;
- σοφῶς δ’ ἐφηῦρες ὥστε μὴ θανεῖν ποτε,
- εἰ τὴν παροῦσαν κατθανεῖν πείσεις ἀεὶ