Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- γυναῖχ’ ὑπὲρ σοῦ· κᾆτ’ ὀνειδίζεις φίλοις
- τοῖς μὴ θέλουσι δρᾶν τάδʼ, αὐτὸς ὢν κακός;
- σίγα· νόμιζε δʼ, εἰ σὺ τὴν σαυτοῦ φιλεῖς
- ψυχήν, φιλεῖν ἅπαντας· εἰ δ’ ἡμᾶς κακῶς
- ἐρεῖς, ἀκούσῃ πολλὰ κοὐ ψευδῆ κακά.
- πλείω λέλεκται νῦν τε καὶ τὰ πρὶν κακά·
- παῦσαι δέ, πρέσβυ, παῖδα σὸν κακορροθῶν.
- λέγʼ, ὡς ἐμοῦ λέξαντος· εἰ δ’ ἀλγεῖς κλύων
- τἀληθές, οὐ χρῆν σ’ εἰς ἔμ’ ἐξαμαρτάνειν.
- σοῦ δ’ ἂν προθνῄσκων μᾶλλον ἐξημάρτανον.
- ταὐτὸν γὰρ ἡβῶντ’ ἄνδρα καὶ πρέσβυν θανεῖν;
- ψυχῇ μιᾷ ζῆν, οὐ δυοῖν, ὀφείλομεν.
- καὶ μὴν Διός γε μείζονα ζῴης χρόνον.
- ἀρᾷ γονεῦσιν οὐδὲν ἔκδικον παθών;
- μακροῦ βίου γὰρ ᾐσθόμην ἐρῶντά σε.