Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἢν δ’ ἐγγὺς ἔλθῃ θάνατος, οὐδεὶς βούλεται
  2. θνῄσκειν, τὸ γῆρας δ’ οὐκέτ’ ἔστ’ αὐτοῖς βαρύ.
Χορός
  1. παύσασθʼ· ἅλις γὰρ ἡ παροῦσα συμφορά·
  2. ὦ παῖ, πατρὸς δὲ μὴ παροξύνῃς φρένας.
Φέρης
  1. ὦ παῖ, τίν’ αὐχεῖς, πότερα Λυδὸν ἢ Φρύγα
  2. κακοῖς ἐλαύνειν ἀργυρώνητον σέθεν;
  3. οὐκ οἶσθα Θεσσαλόν με κἀπὸ Θεσσαλοῦ
  4. πατρὸς γεγῶτα γνησίως ἐλεύθερον;
  5. ἄγαν ὑβρίζεις, καὶ νεανίας λόγους
  6. ῥίπτων ἐς ἡμᾶς οὐ βαλὼν οὕτως ἄπει.
  7. ἐγὼ δέ σ’ οἴκων δεσπότην ἐγεινάμην
  8. κἄθρεψʼ, ὀφείλω δ’ οὐχ ὑπερθνῄσκειν σέθεν·
  9. οὐ γὰρ πατρῷον τόνδ’ ἐδεξάμην νόμον,
  10. παίδων προθνῄσκειν πατέρας, οὐδ’ Ἑλληνικόν.
  11. σαυτῷ γὰρ εἴτε δυστυχὴς εἴτ’ εὐτυχὴς