Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ὥστ’ οὐκ ἄτεκνος κατθανὼν ἄλλοις δόμον
- λείψειν ἔμελλες ὀρφανὸν διαρπάσαι.
- οὐ μὴν ἐρεῖς γέ μ’ ὡς ἀτιμάζοντα σὸν
- γῆρας θανεῖν προύδωκας, ὅστις αἰδόφρων
- πρὸς σ’ ἦ μάλιστα· κἀντὶ τῶνδέ μοι χάριν
- τοιάνδε καὶ σὺ χἡ τεκοῦσ’ ἠλλαξάτην.
- τοιγὰρ φυτεύων παῖδας οὐκέτ’ ἂν φθάνοις,
- οἳ γηροβοσκήσουσι καὶ θανόντα σε
- περιστελοῦσι καὶ προθήσονται νεκρόν.
- οὐ γάρ σ’ ἔγωγε τῇδ’ ἐμῇ θάψω χερί·
- τέθνηκα γὰρ δὴ τοὐπὶ σέ· εἰ δ’ ἄλλου τυχὼν
- σωτῆρος αὐγὰς εἰσορῶ, κείνου λέγω
- καὶ παῖδά μ’ εἶναι καὶ φίλον γηροτρόφον.
- μάτην ἄρ’ οἱ γέροντες εὔχονται θανεῖν,
- γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου·