Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- καί μ’ οὐ νομίζω παῖδα σὸν πεφυκέναι.
- ἦ τἄρα πάντων διαπρέπεις ἀψυχίᾳ,
- ὃς τηλικόσδ’ ὢν κἀπὶ τέρμ’ ἥκων βίου
- οὐκ ἠθέλησας οὐδ’ ἐτόλμησας θανεῖν
- τοῦ σοῦ πρὸ παιδός, ἀλλὰ τήνδ’ εἰάσατε
- γυναῖκ’ ὀθνείαν, ἣν ἐγὼ καὶ μητέρα
- πατέρα τέ γ’ ἐνδίκως ἂν ἡγοίμην μόνην.
- καίτοι καλόν γ’ ἂν τόνδ’ ἀγῶν’ ἠγωνίσω,
- τοῦ σοῦ πρὸ παιδὸς κατθανών, βραχὺς δέ σοι
- πάντως ὁ λοιπὸς ἦν βιώσιμος χρόνος.
- κἀγώ τ’ ἂν ἔζων χἥδε τὸν λοιπὸν χρόνον,
- κοὐκ ἂν μονωθεὶς ἔστενον κακοῖς ἐμοῖς.
- καὶ μὴν ὅσ’ ἄνδρα χρὴ παθεῖν εὐδαίμονα
- πέπονθας· ἥβησας μὲν ἐν τυραννίδι,
- παῖς δ’ ἦν ἐγώ σοι τῶνδε διάδοχος δόμων,