Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἡμᾶς πίτνοντας, χαῖρε, κἀν Ἅιδου δόμοις
- εὖ σοι γένοιτο. φημὶ τοιούτους γάμους
- λύειν βροτοῖσιν, ἢ γαμεῖν οὐκ ἄξιον.
- οὔτ’ ἦλθες ἐς τόνδ’ ἐξ ἐμοῦ κληθεὶς τάφον,
- οὔτ’ ἐν φίλοισι σὴν παρουσίαν λέγω.
- κόσμον δὲ τὸν σὸν οὔποθ’ ἥδ’ ἐνδύσεται.
- οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται.
- τότε ξυναλγεῖν χρῆν σ’ ὅτ’ ὠλλύμην ἐγώ.
- σὺ δ’ ἐκποδὼν στὰς καὶ παρεὶς ἄλλῳ θανεῖν
- νέῳ γέρων ὤν, τόνδ’ ἀποιμώξῃ νεκρόν;
- οὐκ ἦσθ’ ἄρ’ ὀρθῶς τοῦδε σώματος πατήρ;
- οὐδ’ ἡ τεκεῖν φάσκουσα καὶ κεκλημένη
- μήτηρ μ’ ἔτικτε; δουλίου δ’ ἀφ’ αἵματος
- μαστῷ γυναικὸς σῆς ὑπεβλήθην λάθρᾳ;
- ἔδειξας εἰς ἔλεγχον ἐξελθὼν ὃς εἶ,