Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ μὴν ὁρῶ σὸν πατέρα γηραιῷ ποδὶ
  2. στείχοντʼ, ὀπαδούς τ’ ἐν χεροῖν δάμαρτι σῇ
  3. κόσμον φέροντας, νερτέρων ἀγάλματα.
Φέρης
  1. ἥκω κακοῖσι σοῖσι συγκάμνων, τέκνον·
  2. ἐσθλῆς γάρ, οὐδεὶς ἀντερεῖ, καὶ σώφρονος
  3. γυναικὸς ἡμάρτηκας. ἀλλὰ ταῦτα μὲν
  4. φέρειν ἀνάγκη καίπερ ὄντα δύσφορα.
  5. δέχου δὲ κόσμον τόνδε, καὶ κατὰ χθονὸς
  6. ἴτω. τὸ ταύτης σῶμα τιμᾶσθαι χρεών,
  7. ἥτις γε τῆς σῆς προύθανε ψυχῆς, τέκνον,
  8. καί μ’ οὐκ ἄπαιδ’ ἔθηκεν οὐδ’ εἴασε σοῦ
  9. στερέντα γήρᾳ πενθίμῳ καταφθίνειν,
  10. πάσαις δ’ ἔθηκεν εὐκλεέστερον βίον
  11. γυναιξίν, ἔργον τλᾶσα γενναῖον τόδε.
  12. ὦ τόνδε μὲν σώσασʼ, ἀναστήσασα δὲ