Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- πόντιον δ’ Αἰγαίων’ ἐπ’ ἀκτὰν
- ἀλίμενον Πηλίου κρατύνει.
- καὶ νῦν δόμον ἀμπετάσας
- δέξατο ξεῖνον νοτερῷ βλεφάρῳ,
- τᾶς φίλας κλαίων ἀλόχου νέκυν ἐν
- δώμασιν ἀρτιθανῆ· τὸ γὰρ εὐγενὲς
- ἐκφέρεται πρὸς αἰδῶ.
- ἐν τοῖς ἀγαθοῖσι δὲ πάντ’ ἔνεστιν σοφίας. ἄγαμαι·
- πρὸς δ’ ἐμᾷ ψυχᾷ θάρσος ἧσται
- θεοσεβῆ φῶτα κεδνὰ πράξειν.
- ἀνδρῶν Φεραίων εὐμενὴς παρουσία,
- νέκυν μὲν ἤδη πάντ’ ἔχοντα πρόσπολοι
- φέρουσιν ἄρδην πρὸς τάφον τε καὶ πυράν·
- ὑμεῖς δὲ τὴν θανοῦσαν, ὡς νομίζεται,
- προσείπατ’ ἐξιοῦσαν ὑστάτην ὁδόν.