Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ποιμνίτας ὑμεναίους.
Χορός
  1. σὺν δ’ ἐποιμαίνοντο χαρᾷ μελέων βαλιαί τε λύγκες,
  2. ἔβα δὲ λιποῦσ’ Ὄθρυος νάπαν λεόντων
  3. ἁ δαφοινὸς ἴλα·
  4. χόρευσε δ’ ἀμφὶ σὰν κιθάραν,
  5. Φοῖβε, ποικιλόθριξ
  6. νεβρὸς ὑψικόμων πέραν
  7. βαίνουσ’ ἐλατᾶν σφυρῷ κούφῳ,
  8. χαίρουσ’ εὔφρονι μολπᾷ.
Χορός
  1. τοιγὰρ πολυμηλοτάταν
  2. ἑστίαν οἰκεῖς παρὰ καλλίναον
  3. Βοιβίαν λίμναν. ἀρότοις δὲ γυᾶν
  4. καὶ πεδίων δαπέδοις ὅρον ἀμφὶ μὲν
  5. ἀελίου κνεφαίαν
  6. ἱππόστασιν αἰθέρα τὰν Μολοσσῶν --- τίθεται,