Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὅταν ποτ’ Ἄργους διψίαν ἔλθω χθόνα.
Χορός
  1. πῶς οὖν ἔκρυπτες τὸν παρόντα δαίμονα,
  2. φίλου μολόντος ἀνδρός, ὡς αὐτὸς λέγεις;
Ἄδμητος
  1. οὐκ ἄν ποτ’ ἠθέλησεν εἰσελθεῖν δόμους,
  2. εἰ τῶν ἐμῶν τι πημάτων ἐγνώρισε.
  3. καὶ τῷ μέν, οἶμαι, δρῶν τάδ’ οὐ φρονεῖν δοκῶ,
  4. οὐδ’ αἰνέσει με· τἀμὰ δ’ οὐκ ἐπίσταται
  5. μέλαθρ’ ἀπωθεῖν οὐδ’ ἀτιμάζειν ξένους.
Χορός
  1. ὦ πολύξεινος καὶ ἐλεύθερος ἀνδρὸς ἀεί ποτ’ οἶκος,
  2. σέ τοι καὶ ὁ Πύθιος εὐλύρας Ἀπόλλων
  3. ἠξίωσε ναίειν,
  4. ἔτλα δὲ σοῖσι μηλονόμας
  5. ἐν δόμοις γενέσθαι,
  6. δοχμιᾶν διὰ κλιτύων
  7. βοσκήμασι σοῖσι συρίζων