Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- οὐκ ἔστιν ἄλλου σ’ ἀνδρὸς ἑστίαν μολεῖν.
- ἡγοῦ σὺ τῷδε δωμάτων ἐξωπίους
- ξενῶνας οἴξας, τοῖς τ’ ἐφεστῶσιν φράσον
- σίτων παρεῖναι πλῆθος· εὖ δὲ κλῄσατε
- θύρας μεσαύλους· οὐ πρέπει θοινωμένους
- κλύειν στεναγμῶν οὐδὲ λυπεῖσθαι ξένους.
- τί δρᾷς; τοιαύτης συμφορᾶς προκειμένης,
- Ἄδμητε, τολμᾷς ξενοδοκεῖν; τί μῶρος εἶ;
- ἀλλ’ εἰ δόμων σφε καὶ πόλεως ἀπήλασα
- ξένον μολόντα, μᾶλλον ἄν μ’ ἐπῄνεσας;
- οὐ δῆτʼ, ἐπεί μοι συμφορὰ μὲν οὐδὲν ἂν
- μείων ἐγίγνετʼ, ἀξενώτερος δ’ ἐγώ.
- καὶ πρὸς κακοῖσιν ἄλλο τοῦτ’ ἂν ἦν κακόν,
- δόμους καλεῖσθαι τοὺς ἐμοὺς ἐχθροξένους.
- αὐτὸς δ’ ἀρίστου τοῦδε τυγχάνω ξένου,
- ὅταν ποτ’ Ἄργους διψίαν ἔλθω χθόνα.
- πῶς οὖν ἔκρυπτες τὸν παρόντα δαίμονα,
- φίλου μολόντος ἀνδρός, ὡς αὐτὸς λέγεις;
- οὐκ ἄν ποτ’ ἠθέλησεν εἰσελθεῖν δόμους,
- εἰ τῶν ἐμῶν τι πημάτων ἐγνώρισε.