Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἆ, μὴ πρόκλαι’ ἄκοιτιν, ἐς τότ’ ἀμβαλοῦ.
Ἄδμητος
  1. τέθνηχ’ ὁ μέλλων, κοὐκέτ’ ἔσθ’ ὁ κατθανών.
Ἡρακλῆς
  1. χωρὶς τό τ’ εἶναι καὶ τὸ μὴ νομίζεται.
Ἄδμητος
  1. σὺ τῇδε κρίνεις, Ἡράκλεις, κείνῃ δ’ ἐγώ.
Ἡρακλῆς
  1. τί δῆτα κλαίεις; τίς φίλων ὁ κατθανών;
Ἄδμητος
  1. γυνή· γυναικὸς ἀρτίως μεμνήμεθα.
Ἡρακλῆς
  1. ὀθνεῖος ἢ σοὶ συγγενὴς γεγῶσά τις;
Ἄδμητος
  1. ὀθνεῖος, ἄλλως δ’ ἦν ἀναγκαία δόμοις.
Ἡρακλῆς
  1. πῶς οὖν ἐν οἴκοις σοῖσιν ὤλεσεν βίον;
Ἄδμητος
  1. πατρὸς θανόντος ἐνθάδ’ ὠρφανεύετο.
Ἡρακλῆς
  1. φεῦ.
  2. εἴθ’ ηὕρομέν σʼ, Ἄδμητε, μὴ λυπούμενον.
Ἄδμητος
  1. ὡς δὴ τί δράσων τόνδ’ ὑπορράπτεις λόγον;
Ἡρακλῆς
  1. ξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι.
Ἄδμητος
  1. οὐκ ἔστιν, ὦναξ· μὴ τοσόνδ’ ἔλθοι κακόν.
Ἡρακλῆς
  1. λυπουμένοις ὀχληρός, εἰ μόλοι, ξένος.
Ἄδμητος
  1. τεθνᾶσιν οἱ θανόντες· ἀλλ’ ἴθ’ ἐς δόμους.
Ἡρακλῆς
  1. αἰσχρὸν παρὰ κλαίουσι θοινᾶσθαι ξένους.
Ἄδμητος
  1. χωρὶς ξενῶνές εἰσιν οἷ σ’ ἐσάξομεν.
Ἡρακλῆς
  1. μέθες με, καί σοι μυρίαν ἕξω χάριν.