Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- καὶ τῷ μέν, οἶμαι, δρῶν τάδ’ οὐ φρονεῖν δοκῶ,
- οὐδ’ αἰνέσει με· τἀμὰ δ’ οὐκ ἐπίσταται
- μέλαθρ’ ἀπωθεῖν οὐδ’ ἀτιμάζειν ξένους.
- ὦ πολύξεινος καὶ ἐλεύθερος ἀνδρὸς ἀεί ποτ’ οἶκος,
- σέ τοι καὶ ὁ Πύθιος εὐλύρας Ἀπόλλων
- ἠξίωσε ναίειν,
- ἔτλα δὲ σοῖσι μηλονόμας
- ἐν δόμοις γενέσθαι,
- δοχμιᾶν διὰ κλιτύων
- βοσκήμασι σοῖσι συρίζων
- ποιμνίτας ὑμεναίους.
- σὺν δ’ ἐποιμαίνοντο χαρᾷ μελέων βαλιαί τε λύγκες,
- ἔβα δὲ λιποῦσ’ Ὄθρυος νάπαν λεόντων
- ἁ δαφοινὸς ἴλα·
- χόρευσε δ’ ἀμφὶ σὰν κιθάραν,
- Φοῖβε, ποικιλόθριξ
- νεβρὸς ὑψικόμων πέραν
- βαίνουσ’ ἐλατᾶν σφυρῷ κούφῳ,
- χαίρουσ’ εὔφρονι μολπᾷ.
- τοιγὰρ πολυμηλοτάταν