Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. εἰ χρή με παισὶν οἷς Ἄρης ἐγείνατο
  2. μάχην συνάψαι, πρῶτα μὲν Λυκάονι,
  3. αὖθις δὲ Κύκνῳ, τόνδε δ’ ἔρχομαι τρίτον
  4. ἀγῶνα πώλοις δεσπότῃ τε συμβαλῶν.
  5. ἀλλ’ οὔτις ἔστιν ὃς τὸν Ἀλκμήνης γόνον
  6. τρέσαντα χεῖρα πολεμίαν ποτ’ ὄψεται.
Χορός
  1. καὶ μὴν ὅδ’ αὐτὸς τῆσδε κοίρανος χθονὸς
  2. Ἄδμητος ἔξω δωμάτων πορεύεται.
Ἄδμητος
  1. χαῖρʼ, ὦ Διὸς παῖ Περσέως τ’ ἀφ’ αἵματος.
Ἡρακλῆς
  1. Ἄδμητε, καὶ σὺ χαῖρε, Θεσσαλῶν ἄναξ.
Ἄδμητος
  1. θέλοιμ’ ἄν· εὔνουν δ’ ὄντα σ’ ἐξεπίσταμαι.
Ἡρακλῆς
  1. τί χρῆμα κουρᾷ τῇδε πενθίμῳ πρέπεις;
Ἄδμητος
  1. θάπτειν τιν’ ἐν τῇδ’ ἡμέρᾳ μέλλω νεκρόν.
Ἡρακλῆς
  1. ἀπ’ οὖν τέκνων σῶν πημονὴν εἴργοι θεός.
Ἄδμητος
  1. ζῶσιν κατ’ οἴκους παῖδες οὓς ἔφυσ’ ἐγώ.