Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. πατήρ γε μὴν ὡραῖος, εἴπερ οἴχεται.
Ἄδμητος
  1. κἀκεῖνος ἔστι χἡ τεκοῦσά μʼ, Ἡράκλεις.
Ἡρακλῆς
  1. οὐ μὴν γυνή γ’ ὄλωλεν Ἄλκηστις σέθεν;
Ἄδμητος
  1. διπλοῦς ἐπ’ αὐτῇ μῦθος ἔστι μοι λέγειν.
Ἡρακλῆς
  1. πότερα θανούσης εἶπας ἢ ζώσης ἔτι;
Ἄδμητος
  1. ἔστιν τε κοὐκέτ’ ἔστιν, ἀλγύνει δ’ ἐμέ.
Ἡρακλῆς
  1. οὐδέν τι μᾶλλον οἶδʼ· ἄσημα γὰρ λέγεις.
Ἄδμητος
  1. οὐκ οἶσθα μοίρας ἧς τυχεῖν αὐτὴν χρεών;
Ἡρακλῆς
  1. οἶδʼ, ἀντὶ σοῦ γε κατθανεῖν ὑφειμένην.
Ἄδμητος
  1. πῶς οὖν ἔτ’ ἔστιν, εἴπερ ᾔνεσεν τάδε;
Ἡρακλῆς
  1. ἆ, μὴ πρόκλαι’ ἄκοιτιν, ἐς τότ’ ἀμβαλοῦ.
Ἄδμητος
  1. τέθνηχ’ ὁ μέλλων, κοὐκέτ’ ἔσθ’ ὁ κατθανών.
Ἡρακλῆς
  1. χωρὶς τό τ’ εἶναι καὶ τὸ μὴ νομίζεται.
Ἄδμητος
  1. σὺ τῇδε κρίνεις, Ἡράκλεις, κείνῃ δ’ ἐγώ.
Ἡρακλῆς
  1. τί δῆτα κλαίεις; τίς φίλων ὁ κατθανών;