Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. οὐκ ἔστιν ἵππων δεσπόσαι σ’ ἄνευ μάχης.
Ἡρακλῆς
  1. ἀλλ’ οὐδ’ ἀπειπεῖν μὴν πόνους οἷόν τ’ ἐμοί.
Χορός
  1. κτανὼν ἄρ’ ἥξεις ἢ θανὼν αὐτοῦ μενεῖς.
Ἡρακλῆς
  1. οὐ τόνδ’ ἀγῶνα πρῶτον ἂν δράμοιμ’ ἐγώ.
Χορός
  1. τί δ’ ἂν κρατήσας δεσπότην πλέον λάβοις;
Ἡρακλῆς
  1. πώλους ἀπάξω κοιράνῳ Τιρυνθίῳ.
Χορός
  1. οὐκ εὐμαρὲς χαλινὸν ἐμβαλεῖν γνάθοις.
Ἡρακλῆς
  1. εἰ μή γε πῦρ πνέουσι μυκτήρων ἄπο.
Χορός
  1. ἀλλ’ ἄνδρας ἀρταμοῦσι λαιψηραῖς γνάθοις.
Ἡρακλῆς
  1. θηρῶν ὀρείων χόρτον, οὐχ ἵππων, λέγεις.
Χορός
  1. φάτνας ἴδοις ἂν αἵμασιν πεφυρμένας.
Ἡρακλῆς
  1. τίνος δ’ ὁ θρέψας παῖς πατρὸς κομπάζεται;
Χορός
  1. Ἄρεος, ζαχρύσου Θρῃκίας πέλτης ἄναξ.
Ἡρακλῆς
  1. καὶ τόνδε τοὐμοῦ δαίμονος πόνον λέγεις·
  2. σκληρὸς γὰρ αἰεὶ καὶ πρὸς αἶπος ἔρχεται·