Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἀνόνατ’ ἀνόνατ’ ἐνύμφευσας, οὐδὲ γήρως
- ἔβας τέλος σὺν τᾷδʼ·
- ἔφθιτο γὰρ πάρος· οἰχομένας δὲ σοῦ,
- μᾶτερ, ὄλωλεν οἶκος.
- Ἄδμητʼ, ἀνάγκη τάσδε συμφορὰς φέρειν·
- οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν
- γυναικὸς ἐσθλῆς ἤμπλακες· γίγνωσκε δὲ
- ὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται.
- ἐπίσταμαί γε, κοὐκ ἄφνω κακὸν τόδε
- προσέπτατʼ· εἰδὼς δ’ αὔτ’ ἐτειρόμην πάλαι.
- ἀλλʼ, ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ,
- πάρεστε καὶ μένοντες ἀντηχήσατε
- παιᾶνα τῷ κάτωθεν ἀσπόνδῳ θεῷ.
- πᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶ
- πένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγω