Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- κουρᾷ ξυρήκει καὶ μελαμπέπλῳ στολῇ·
- τέθριππά θ’ οἳ ζεύγνυσθε καὶ μονάμπυκας
- πώλους, σιδήρῳ τέμνετ’ αὐχένων φόβην.
- αὐλῶν δὲ μὴ κατ’ ἄστυ, μὴ λύρας κτύπος
- ἔστω σελήνας δώδεκ’ ἐκπληρουμένας·
- οὐ γάρ τιν’ ἄλλον φίλτερον θάψω νεκρὸν
- τοῦδ’ οὐδ’ ἀμείνον’ εἰς ἔμʼ· ἀξία δέ μοι
- τιμῆς, ἐπεὶ τέθνηκεν ἀντ’ ἐμοῦ μόνη.
- ὦ Πελίου θύγατερ,
- χαίρουσά μοι εἰν Ἀίδαο δόμοις
- τὸν ἀνάλιον οἶκον οἰκετεύοις.
- ἴστω δ’ Ἀίδας ὁ μελαγχαίτας θεὸς ὅς τ’ ἐπὶ κώπᾳ
- πηδαλίῳ τε γέρων
- νεκροπομπὸς ἵζει,
- πολὺ δὴ πολὺ δὴ γυναῖκ’ ἀρίσταν