Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- προλιποῦσα δ’ ἀμὸν
- βίον ὠρφάνισσε τλάμων.
- ἴδε γὰρ ἴδε βλέφαρον καὶ παρατόνους χέρας.
- ὑπάκουσον ἄκουσον, ὦ μᾶτερ, ἀντιάζω.
- ἐγώ σ’ ἐγώ, μᾶτερ,
- καλοῦμαί σ’ ὁ σὸς ποτὶ σοῖσι πίτ-
- στόμασιν νεοσσός.
- τὴν οὐ κλύουσαν οὐδ’ ὁρῶσαν· ὥστ’ ἐγὼ
- καὶ σφὼ βαρείᾳ συμφορᾷ πεπλήγμεθα.
- νέος ἐγώ, πάτερ, λείπομαι φίλας
- μονόστολός τε ματρός· ὦ
- σχέτλια δὴ παθὼν
- ἐγὼ ἐργὰ . .,
- σύ τέ μοι σύγκασι κούρα
- συνέτλας· --- ὦ πάτερ,