Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὦ δαῖμον, οἵας συζύγου μ’ ἀποστερεῖς.
Ἄλκηστις
  1. καὶ μὴν σκοτεινὸν ὄμμα μου βαρύνεται.
Ἄδμητος
  1. ἀπωλόμην ἄρ’, εἴ με δὴ λείψεις, γύναι.
Ἄλκηστις
  1. ὡς οὐκέτ’ οὖσαν οὐδὲν ἂν λέγοις ἐμέ.
Ἄδμητος
  1. ὄρθου πρόσωπον, μὴ λίπῃς παῖδας σέθεν.
Ἄλκηστις
  1. οὐ δῆθ’ ἑκοῦσά γʼ, ἀλλὰ χαίρετʼ, ὦ τέκνα.
Ἄδμητος
  1. βλέψον πρὸς αὐτοὺς βλέψον.
Ἄλκηστις
  1. οὐδέν εἰμ’ ἔτι.
Ἄδμητος
  1. τί δρᾷς; προλείπεις;
Ἄλκηστις
  1. χαῖρʼ.
Ἄδμητος
  1. ἀπωλόμην τάλας.
Χορός
  1. βέβηκεν, οὐκέτ’ ἔστιν Ἀδμήτου γυνή.
Παῖς
  1. ἰώ μοι τύχας. μαῖα δὴ κάτω
  2. βέβακεν, οὐκέτ’ ἔστιν, ὦ
  3. πάτερ, ὑφ’ ἁλίῳ.