Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. οὐ δῆθ’ ἑκοῦσά γʼ, ἀλλὰ χαίρετʼ, ὦ τέκνα.
Ἄδμητος
  1. βλέψον πρὸς αὐτοὺς βλέψον.
Ἄλκηστις
  1. οὐδέν εἰμ’ ἔτι.
Ἄδμητος
  1. τί δρᾷς; προλείπεις;
Ἄλκηστις
  1. χαῖρʼ.
Ἄδμητος
  1. ἀπωλόμην τάλας.
Χορός
  1. βέβηκεν, οὐκέτ’ ἔστιν Ἀδμήτου γυνή.
Παῖς
  1. ἰώ μοι τύχας. μαῖα δὴ κάτω
  2. βέβακεν, οὐκέτ’ ἔστιν, ὦ
  3. πάτερ, ὑφ’ ἁλίῳ.
  4. προλιποῦσα δ’ ἀμὸν
  5. βίον ὠρφάνισσε τλάμων.
  6. ἴδε γὰρ ἴδε βλέφαρον καὶ παρατόνους χέρας.
  7. ὑπάκουσον ἄκουσον, ὦ μᾶτερ, ἀντιάζω.
  8. ἐγώ σ’ ἐγώ, μᾶτερ,
  9. καλοῦμαί σ’ ὁ σὸς ποτὶ σοῖσι πίτ-
  10. στόμασιν νεοσσός.
Ἄδμητος
  1. τὴν οὐ κλύουσαν οὐδ’ ὁρῶσαν· ὥστ’ ἐγὼ
  2. καὶ σφὼ βαρείᾳ συμφορᾷ πεπλήγμεθα.
Παῖς
  1. νέος ἐγώ, πάτερ, λείπομαι φίλας