Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. μονόστολός τε ματρός· ὦ
  2. σχέτλια δὴ παθὼν
  3. ἐγὼ ἐργὰ . .,
  4. σύ τέ μοι σύγκασι κούρα
  5. συνέτλας· --- ὦ πάτερ,
  6. ἀνόνατ’ ἀνόνατ’ ἐνύμφευσας, οὐδὲ γήρως
  7. ἔβας τέλος σὺν τᾷδʼ·
  8. ἔφθιτο γὰρ πάρος· οἰχομένας δὲ σοῦ,
  9. μᾶτερ, ὄλωλεν οἶκος.
Χορός
  1. Ἄδμητʼ, ἀνάγκη τάσδε συμφορὰς φέρειν·
  2. οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν
  3. γυναικὸς ἐσθλῆς ἤμπλακες· γίγνωσκε δὲ
  4. ὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται.
Ἄδμητος
  1. ἐπίσταμαί γε, κοὐκ ἄφνω κακὸν τόδε
  2. προσέπτατʼ· εἰδὼς δ’ αὔτ’ ἐτειρόμην πάλαι.
  3. ἀλλʼ, ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ,
  4. πάρεστε καὶ μένοντες ἀντηχήσατε
  5. παιᾶνα τῷ κάτωθεν ἀσπόνδῳ θεῷ.
  6. πᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶ
  7. πένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγω