Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- καὶ μὴν ἐγώ σοι πένθος ὡς φίλος φίλῳ
- λυπρὸν συνοίσω τῆσδε· καὶ γὰρ ἀξία.
- ὦ παῖδες, αὐτοὶ δὴ τάδ’ εἰσηκούσατε
- πατρὸς λέγοντος μὴ γαμεῖν ἄλλην ποτὲ
- γυναῖκ’ ἐφ’ ὑμῖν μηδ’ ἀτιμάσειν ἐμέ.
- καὶ νῦν γέ φημι, καὶ τελευτήσω τάδε.
- ἐπὶ τοῖσδε παῖδας χειρὸς ἐξ ἐμῆς δέχου.
- δέχομαι, φίλον γε δῶρον ἐκ φίλης χερός.
- σὺ νῦν γενοῦ τοῖσδ’ ἀντ’ ἐμοῦ μήτηρ τέκνοις.
- πολλή μ’ ἀνάγκη, σοῦ γ’ ἀπεστερημένοις.
- ὦ τέκνʼ, ὅτε ζῆν χρῆν μʼ, ἀπέρχομαι κάτω.
- οἴμοι, τί δράσω δῆτα σοῦ μονούμενος;
- χρόνος μαλάξει σʼ· οὐδέν ἐσθ’ ὁ κατθανών.
- ἄγου με σὺν σοί, πρὸς θεῶν, ἄγου κάτω.
- ἀρκοῦμεν ἡμεῖς οἱ προθνῄσκοντες σέθεν.
- ὦ δαῖμον, οἵας συζύγου μ’ ἀποστερεῖς.
- καὶ μὴν σκοτεινὸν ὄμμα μου βαρύνεται.
- ἀπωλόμην ἄρ’, εἴ με δὴ λείψεις, γύναι.
- ὡς οὐκέτ’ οὖσαν οὐδὲν ἂν λέγοις ἐμέ.
- ὄρθου πρόσωπον, μὴ λίπῃς παῖδας σέθεν.