Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ μὴν ἐγώ σοι πένθος ὡς φίλος φίλῳ
  2. λυπρὸν συνοίσω τῆσδε· καὶ γὰρ ἀξία.
Ἄλκηστις
  1. ὦ παῖδες, αὐτοὶ δὴ τάδ’ εἰσηκούσατε
  2. πατρὸς λέγοντος μὴ γαμεῖν ἄλλην ποτὲ
  3. γυναῖκ’ ἐφ’ ὑμῖν μηδ’ ἀτιμάσειν ἐμέ.
Ἄδμητος
  1. καὶ νῦν γέ φημι, καὶ τελευτήσω τάδε.
Ἄλκηστις
  1. ἐπὶ τοῖσδε παῖδας χειρὸς ἐξ ἐμῆς δέχου.
Ἄδμητος
  1. δέχομαι, φίλον γε δῶρον ἐκ φίλης χερός.
Ἄλκηστις
  1. σὺ νῦν γενοῦ τοῖσδ’ ἀντ’ ἐμοῦ μήτηρ τέκνοις.
Ἄδμητος
  1. πολλή μ’ ἀνάγκη, σοῦ γ’ ἀπεστερημένοις.
Ἄλκηστις
  1. ὦ τέκνʼ, ὅτε ζῆν χρῆν μʼ, ἀπέρχομαι κάτω.
Ἄδμητος
  1. οἴμοι, τί δράσω δῆτα σοῦ μονούμενος;
Ἄλκηστις
  1. χρόνος μαλάξει σʼ· οὐδέν ἐσθ’ ὁ κατθανών.
Ἄδμητος
  1. ἄγου με σὺν σοί, πρὸς θεῶν, ἄγου κάτω.
Ἄλκηστις
  1. ἀρκοῦμεν ἡμεῖς οἱ προθνῄσκοντες σέθεν.