Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- εἰκασθὲν ἐν λέκτροισιν ἐκταθήσεται,
- ᾧ προσπεσοῦμαι καὶ περιπτύσσων χέρας
- ὄνομα καλῶν σὸν τὴν φίλην ἐν ἀγκάλαις
- δόξω γυναῖκα καίπερ οὐκ ἔχων ἔχειν·
- ψυχρὰν μέν, οἶμαι, τέρψιν, ἀλλ’ ὅμως βάρος
- ψυχῆς ἀπαντλοίην ἄν. ἐν δ’ ὀνείρασι
- φοιτῶσά μ’ εὐφραίνοις ἄν· ἡδὺ γὰρ φίλους
- κἀν νυκτὶ λεύσσειν, ὅντιν’ ἂν παρῇ χρόνον.
- εἰ δ’ Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν,
- ὥστ’ ἢ κόρην Δήμητρος ἢ κείνης πόσιν
- ὕμνοισι κηλήσαντά σ’ ἐξ Ἅιδου λαβεῖν,
- κατῆλθον ἄν, καί μ’ οὔθ’ ὁ Πλούτωνος κύων
- οὔθ’ οὑπὶ κώπῃ ψυχοπομπὸς ἂν Χάρων
- ἔσχον, πρὶν ἐς φῶς σὸν καταστῆσαι βίον.
- ἀλλ’ οὖν ἐκεῖσε προσδόκα μʼ, ὅταν θάνω,
- καὶ δῶμ’ ἑτοίμαζʼ, ὡς συνοικήσουσά μοι.
- ἐν ταῖσιν αὐταῖς γάρ μ’ ἐπισκήψω κέδροις
- σοὶ τούσδε θεῖναι πλευρά τ’ ἐκτεῖναι πέλας
- πλευροῖσι τοῖς σοῖς· μηδὲ γὰρ θανών ποτε
- σοῦ χωρὶς εἴην τῆς μόνης πιστῆς ἐμοί.