Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ψυχῆς ἀπαντλοίην ἄν. ἐν δ’ ὀνείρασι
  2. φοιτῶσά μ’ εὐφραίνοις ἄν· ἡδὺ γὰρ φίλους
  3. κἀν νυκτὶ λεύσσειν, ὅντιν’ ἂν παρῇ χρόνον.
  4. εἰ δ’ Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν,
  5. ὥστ’ ἢ κόρην Δήμητρος ἢ κείνης πόσιν
  6. ὕμνοισι κηλήσαντά σ’ ἐξ Ἅιδου λαβεῖν,
  7. κατῆλθον ἄν, καί μ’ οὔθ’ ὁ Πλούτωνος κύων
  8. οὔθ’ οὑπὶ κώπῃ ψυχοπομπὸς ἂν Χάρων
  9. ἔσχον, πρὶν ἐς φῶς σὸν καταστῆσαι βίον.
  10. ἀλλ’ οὖν ἐκεῖσε προσδόκα μʼ, ὅταν θάνω,
  11. καὶ δῶμ’ ἑτοίμαζʼ, ὡς συνοικήσουσά μοι.
  12. ἐν ταῖσιν αὐταῖς γάρ μ’ ἐπισκήψω κέδροις
  13. σοὶ τούσδε θεῖναι πλευρά τ’ ἐκτεῖναι πέλας
  14. πλευροῖσι τοῖς σοῖς· μηδὲ γὰρ θανών ποτε
  15. σοῦ χωρὶς εἴην τῆς μόνης πιστῆς ἐμοί.