Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- καὶ ζῶσαν εἶχον καὶ θανοῦσ’ ἐμὴ γυνὴ
- μόνη κεκλήσῃ, κοὔτις ἀντὶ σοῦ ποτε
- τόνδ’ ἄνδρα νύμφη Θεσσαλὶς προσφθέγξεται.
- οὐκ ἔστιν οὕτως οὔτε πατρὸς εὐγενοῦς
- οὔτ’ εἶδος ἄλλως ἐκπρεπεστάτη γυνή.
- ἅλις δὲ παίδων· τῶνδ’ ὄνησιν εὔχομαι
- θεοῖς γενέσθαι· σοῦ γὰρ οὐκ ὠνήμεθα.
- οἴσω δὲ πένθος οὐκ ἐτήσιον τὸ σόν,
- ἀλλ’ ἔστ’ ἂν αἰὼν οὑμὸς ἀντέχῃ, γύναι,
- στυγῶν μὲν ἥ μ’ ἔτικτεν, ἐχθαίρων δ’ ἐμὸν
- πατέρα· λόγῳ γὰρ ἦσαν οὐκ ἔργῳ φίλοι.
- σὺ δ’ ἀντιδοῦσα τῆς ἐμῆς τὰ φίλτατα
- ψυχῆς ἔσωσας. ἆρά μοι στένειν πάρα
- τοιᾶσδ’ ἁμαρτάνοντι συζύγου σέθεν;
- παύσω δὲ κώμους συμποτῶν θ’ ὁμιλίας
- στεφάνους τε μοῦσάν θ’ ἣ κατεῖχ’ ἐμοὺς δόμους.
- οὐ γάρ ποτ’ οὔτ’ ἂν βαρβίτου θίγοιμ’ ἔτι
- οὔτ’ ἂν φρέν’ ἐξαίροιμι πρὸς Λίβυν λακεῖν
- αὐλόν· σὺ γάρ μου τέρψιν ἐξείλου βίου.
- σοφῇ δὲ χειρὶ τεκτόνων δέμας τὸ σὸν