Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐχθρὰ γὰρ ἡ ʼπιοῦσα μητρυιὰ τέκνοις
  2. τοῖς πρόσθʼ, ἐχίδνης οὐδὲν ἠπιωτέρα.
  3. καὶ παῖς μὲν ἄρσην πατέρ’ ἔχει πύργον μέγαν,
  4. ὃν καὶ προσεῖπε καὶ προσερρήθη πάλιν.
  5. σὺ δʼ, ὦ τέκνον μοι, πῶς κορευθήσῃ καλῶς;
  6. ποίας τυχοῦσα συζύγου τῷ σῷ πατρί;
  7. μή σοί τιν’ αἰσχρὰν προσβαλοῦσα κληδόνα
  8. ἥβης ἐν ἀκμῇ σοὺς διαφθείρῃ γάμους.
  9. οὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲ
  10. οὔτ’ ἐν τόκοισι σοῖσι θαρσυνεῖ, τέκνον,
  11. παροῦσʼ, ἵν’ οὐδὲν μητρὸς εὐμενέστερον.
  12. δεῖ γὰρ θανεῖν με· καὶ τόδ’ οὐκ ἐς αὔριον
  13. οὐδ’ ἐς τρίτην μοι μηνὸς ἔρχεται κακόν,
  14. ἀλλ’ αὐτίκ’ ἐν τοῖς οὐκέτ’ οὖσι λέξομαι.
  15. χαίροντες εὐφραίνοισθε· καὶ σοὶ μέν, πόσι,