Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. γυναῖκ’ ἀρίστην ἔστι κομπάσαι λαβεῖν,
  2. ὑμῖν δέ, παῖδες, μητρὸς ἐκπεφυκέναι.
Χορός
  1. θάρσει· πρὸ τούτου γὰρ λέγειν οὐχ ἅζομαι·
  2. δράσει τάδʼ, εἴπερ μὴ φρενῶν ἁμαρτάνει.
Ἄδμητος
  1. ἔσται τάδ’ ἔσται, μὴ τρέσῃς· ἐπεὶ σ’ ἐγὼ
  2. καὶ ζῶσαν εἶχον καὶ θανοῦσ’ ἐμὴ γυνὴ
  3. μόνη κεκλήσῃ, κοὔτις ἀντὶ σοῦ ποτε
  4. τόνδ’ ἄνδρα νύμφη Θεσσαλὶς προσφθέγξεται.
  5. οὐκ ἔστιν οὕτως οὔτε πατρὸς εὐγενοῦς
  6. οὔτ’ εἶδος ἄλλως ἐκπρεπεστάτη γυνή.
  7. ἅλις δὲ παίδων· τῶνδ’ ὄνησιν εὔχομαι
  8. θεοῖς γενέσθαι· σοῦ γὰρ οὐκ ὠνήμεθα.
  9. οἴσω δὲ πένθος οὐκ ἐτήσιον τὸ σόν,
  10. ἀλλ’ ἔστ’ ἂν αἰὼν οὑμὸς ἀντέχῃ, γύναι,
  11. στυγῶν μὲν ἥ μ’ ἔτικτεν, ἐχθαίρων δ’ ἐμὸν