Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. σοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα.
  2. κἀγώ τ’ ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον,
  3. κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενες
  4. καὶ παῖδας ὠρφάνευες. ἀλλὰ ταῦτα μὲν
  5. θεῶν τις ἐξέπραξεν ὥσθ’ οὕτως ἔχειν.
  6. εἶεν· σὺ νῦν μοι τῶνδ’ ἀπόμνησαι χάριν·
  7. αἰτήσομαι γάρ σ’—ἀξίαν μὲν οὔποτε·
  8. ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον—
  9. δίκαια δʼ, ὡς φήσεις σύ· τούσδε γὰρ φιλεῖς
  10. οὐχ ἧσσον ἢ ʼγὼ παῖδας, εἴπερ εὖ φρονεῖς·
  11. τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων,
  12. καὶ μὴ ʼπιγήμῃς τοῖσδε μητρυιὰν τέκνοις,
  13. ἥτις κακίων οὖσ’ ἐμοῦ γυνὴ φθόνῳ
  14. τοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ.
  15. μὴ δῆτα δράσῃς ταῦτά γʼ, αἰτοῦμαί σ’ ἐγώ.