Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. σὴν γὰρ φιλίαν σεβόμεσθα.
Ἄλκηστις
  1. Ἄδμηθʼ, ὁρᾷς γὰρ τἀμὰ πράγμαθ’ ὡς ἔχει,
  2. λέξαι θέλω σοι πρὶν θανεῖν ἃ βούλομαι.
  3. ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆς
  4. ψυχῆς καταστήσασα φῶς τόδ’ εἰσορᾶν,
  5. θνῄσκω, παρόν μοι μὴ θανεῖν, ὑπὲρ σέθεν,
  6. ἀλλ’ ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελον,
  7. καὶ δῶμα ναίειν ὄλβιον τυραννίδι.
  8. οὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσά σου
  9. σὺν παισὶν ὀρφανοῖσιν, οὐδ’ ἐφεισάμην
  10. ἥβης, ἔχουσ’ ἐν οἷς ἐτερπόμην ἐγώ.
  11. καίτοι σ’ ὁ φύσας χἠ τεκοῦσα προύδοσαν,
  12. καλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου,
  13. καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν.
  14. μόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦν