Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- καὶ παισίν, οἷς δὴ πένθος ἐν κοινῷ τόδε.
- μέθετε μέθετέ μ’ ἤδη.
- κλίνατʼ, οὐ σθένω ποσίν·
- πλησίον Ἅιδας.
- σκοτία δ’ ἐπ’ ὄσσοισι νὺξ ἐφέρπει.
- τέκνα, τέκνʼ, οὐκέτι δὴ
- οὐκέτι μάτηρ σφῷν ἔστιν.
- χαίροντες, ὦ τέκνα, τόδε φάος ὁρῷτον.
- οἴμοι· τόδ’ ἔπος λυπρὸν ἀκούω
- καὶ παντὸς ἐμοὶ θανάτου μεῖζον.
- μὴ πρός σε θεῶν τλῇς με προδοῦναι,
- μὴ πρὸς παίδων οὓς ὀρφανιεῖς,
- ἀλλ’ ἄνα, τόλμα·
- σοῦ γὰρ φθιμένης οὐκέτ’ ἂν εἴην·
- ἐν σοὶ δ’ ἐσμὲν καὶ ζῆν καὶ μή·