Alcestis

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τέκνα, τέκνʼ, οὐκέτι δὴ
  2. οὐκέτι μάτηρ σφῷν ἔστιν.
  3. χαίροντες, ὦ τέκνα, τόδε φάος ὁρῷτον.
Ἄδμητος
  1. οἴμοι· τόδ’ ἔπος λυπρὸν ἀκούω
  2. καὶ παντὸς ἐμοὶ θανάτου μεῖζον.
  3. μὴ πρός σε θεῶν τλῇς με προδοῦναι,
  4. μὴ πρὸς παίδων οὓς ὀρφανιεῖς,
  5. ἀλλ’ ἄνα, τόλμα·
  6. σοῦ γὰρ φθιμένης οὐκέτ’ ἂν εἴην·
  7. ἐν σοὶ δ’ ἐσμὲν καὶ ζῆν καὶ μή·
  8. σὴν γὰρ φιλίαν σεβόμεσθα.
Ἄλκηστις
  1. Ἄδμηθʼ, ὁρᾷς γὰρ τἀμὰ πράγμαθ’ ὡς ἔχει,
  2. λέξαι θέλω σοι πρὶν θανεῖν ἃ βούλομαι.
  3. ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆς
  4. ψυχῆς καταστήσασα φῶς τόδ’ εἰσορᾶν,
  5. θνῄσκω, παρόν μοι μὴ θανεῖν, ὑπὲρ σέθεν,
  6. ἀλλ’ ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελον,
  7. καὶ δῶμα ναίειν ὄλβιον τυραννίδι.
  8. οὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσά σου
  9. σὺν παισὶν ὀρφανοῖσιν, οὐδ’ ἐφεισάμην