Alcestis
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἥβης, ἔχουσ’ ἐν οἷς ἐτερπόμην ἐγώ.
- καίτοι σ’ ὁ φύσας χἠ τεκοῦσα προύδοσαν,
- καλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου,
- καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν.
- μόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦν
- σοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα.
- κἀγώ τ’ ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον,
- κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενες
- καὶ παῖδας ὠρφάνευες. ἀλλὰ ταῦτα μὲν
- θεῶν τις ἐξέπραξεν ὥσθ’ οὕτως ἔχειν.
- εἶεν· σὺ νῦν μοι τῶνδ’ ἀπόμνησαι χάριν·
- αἰτήσομαι γάρ σ’—ἀξίαν μὲν οὔποτε·
- ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον—
- δίκαια δʼ, ὡς φήσεις σύ· τούσδε γὰρ φιλεῖς
- οὐχ ἧσσον ἢ ʼγὼ παῖδας, εἴπερ εὖ φρονεῖς·
- τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων,
- καὶ μὴ ʼπιγήμῃς τοῖσδε μητρυιὰν τέκνοις,
- ἥτις κακίων οὖσ’ ἐμοῦ γυνὴ φθόνῳ
- τοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ.
- μὴ δῆτα δράσῃς ταῦτά γʼ, αἰτοῦμαί σ’ ἐγώ.